Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.225 Joseph. AJ 6.228 (English) >>Joseph. AJ 6.233

6.227εἰ δή σοι δοκεῖ πορευθεὶς ἔξω τῆς πόλεως ἐν τῷ πεδίῳ λανθάνων διαμενῶ, σὺ δʼ ἐπιζητήσαντος αὐτοῦ λέγε πορευθῆναί με εἰς τὴν πατρίδα Βηθλέεμʼ ἑορτήν μου τῆς φυλῆς ἀγούσης προστιθεὶς ὅτι σύ μοι συγκεχώρηκας. κἂν μὲν οἷον εἰκὸς καὶ σύνηθές ἐστι λέγειν ἐπὶ φίλοις ἀποδημοῦσινἐπʼ ἀγαθῷ βεβάδικενεἴπῃ, ἴσθι μηδὲν ὕπουλον παρʼ αὐτοῦ εἶναι μηδʼ ἐχθρόν· ἂν δʼ ὡς ἄλλως ἀποκρίνηται τοῦτʼ ἔσται τεκμήριον τῶν κατʼ ἐμοῦ βεβουλευμένων. 6.228μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, διʼ ἣν πίστεις τε παρʼ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δʼ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.” 6.229

Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτʼ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δʼ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε· 6.230τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.225 Joseph. AJ 6.228 (English) >>Joseph. AJ 6.233

Powered by PhiloLogic